APOLLINARIS - TEACHING ABOUT CHRIST

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Fragments

Greek text from Lietzmann, Apollinaris von Laodicea und seine Schule (1904)

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A link to the full text of Lietzmann, Apollinaris von Laodicea und seine Schule (scanned text at archive.org) can be found on the subscription version of the website.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Fragment 81 (from Demonstratio de divina incarnatione ad similitudinem hominis), Lietzmann p. 224

καὶ εἰ ἀνθρώπῳ (φησὶ) συνήφθη θεός, τέλειος τελείῳ, δύο ἂν ἦσαν, εἷς μὲν φύσει υἱὸς εἷς δὲ θετός.

 

κατὰ μέρος πίστις (Fides secundum partem), 11, Lietzmann, pp. 170-1

Κεφάλαιον δὲ τῆς σωτηρίας ἡμῶν του λόγου σάρκωσις. πιστεύομεν οὖν ἀναλλοιώτου μενούσης τῆς θεότητος τὴν σάρκωσιν τοῦ λόγου γεγενῆσθαι πρὸς ἀνακαίνωσιν τῆς ἀνθρωπότητος. οὔτε γὰρ ἄλλαξις οὔτε μετακίνησις οὔτε περικλεισμὸς ἐν πνεύματι γέγονεν περὶ τὴν [ἁγίαν] τοῦ θεοῦ δύναμιν, ἀλλ αὐτὴ διαμένουσα καὶ τὸ τῆς σαρκώσεως ἔργον ἐπλήρωσεν εἰς τὴν τοῦ κόσμου σωτηρίαν καὶ κατὰ τὸ ἀνθρώπινον ἐπὶ γῆς πολιτευσάμενος τοῦ θεοῦ λόγος τὴν θεϊκὴν ἐπὶ πάντα παρουσίαν ὁμοίως διεφύλαξεν, πάντα πεπληρωκὼς ἰδίως τε τῇ σαρκὶ συγκεκραμένος, καὶ τῶν περὶ σάρκα παθῶν γινομένων τὴν ἀπάθειαν δυναμις εἶχεν την ἑαυτῆς.

 

κατὰ μέρος πίστις (Fides secundum partem), 30-31, Lietzmann, pp. 178-9

Καὶ ἐπειδή τινες παρηνόχλησαν ἡμῖν, ἀνατρέπειν ἐπιχειροῦντες τὴν πίστιν ἡμῶν τὴν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, οὐ θεὸν σαρκωθέντα ὁμολουγοῦντες αὐτὸν ἀλλὰ ἄνθρωπον θεῷ συναφθέντα, τούτου χάριν ὁμολογίαν ποιούμεθα περὶ τῆς προειρημένης πίστεως, ἐκβάλλοντες τὴν ἄπιστον ἀντιλογίαν. θεὸς γὰρ σαρκωθεὶς ἀνθρωπίνῃ σαρκὶ καθαρὰν ἔχει τὴν ἰδίαν ἐνέργειαν, νοῦς ἀήττητος ὢν τῶν ψυχικῶν καὶ σαρκικῶν παθημάτων καὶ ἄγων τὴν σάρκα καὶ τὰς σαρκικὰς κινήσεις θεϊκῶς τε καὶ ἀναμαρτήτως καὶ οὐ μόνον ἀκράτητος θανάτῳ, ἀλλὰ καὶ λύων θάνατον. καὶ ἔστι θεὸς ἀληθινὸς ἄσαρκος ἐν σαρκὶ φανερωθείς, τέλειος τῇ ἀληθινῇ καὶ θείᾳ τελειότητι, οὐ δύο πρόσωπα οὐδὲ δύο φύσεις.

 

To the Bishops in Diocaesarea, 2, Lietzmann, p. 256

Ἡμεῖς ὁμολογοῦμεν οὐκ εἰς ἄνθρωπον ἅγιον ἐπιδεδημηκέναι τὸν τοῦ θεοῦ λόγον ὅπερ ἦν ἐν προφήταις, ἀλλ αὐτὸν τὸν λόγον σάρκα γεγενῆσθαι μὴ ἀνειληφότα νοῦν ἀνθρώπινον, νοῦν τρεπόμενον καὶ αἰχμαλωτιζόμενον λογισμοῖς ῥυπαροῖς, ἀλλὰ θεῖον ὄντα νοῦν ἄτρεπτον οὐράνιον·

 

Ad Iovianum, 1, Lietzmann, p. 250

Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ, τὸν πρὸ αἰώνων ἀιδίως γεννηθέντα, ἐπἐσχάτων τῶν αἰώνων διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας γεγεννῆσθαι κατὰ σάρκα, ὡς θεῖος ἀπόστολος διδάσκει λέγων »ὅτε δὲ ῆλθε το πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν θεὸς τὸν υἱὸν αὐτου, γενόμενον ἐκ γυναίκος«· καὶ εῖναι τὸν αὐτὸν υἱὸν θεοῦ καὶ θεὸν κατὰ πνεῦμα, ὑιὸν δὲ ἀνθρώπου κατὰ σάρκα, οὐ δύο φύσεις τὸν ἕνα υἱόν, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον, ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην καὶ προσκυνουμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾷ προσκυνήσει·